Σάββατο 30 Ιουλίου 2022

Tο Ευαγγέλιο της Κυριακής 31 Ιουλίου (Ματθ. θ´ 27-35)!

TΟ ΕΥΑΓΓΕΛΙΟ ΤΗΣ ΚΥΡΙΑΚΗΣ (Ματθ. θ´ 27-35)


Χριστός θεραπεύει κάθε ἀσθένεια
Τῷ καιρῷ ἐκείνῳ, παράγοντι τῷ Ἰησοῦ, ἠκολούθησαν αὐτῷ δύο τυφλοί, κράζοντες, καὶ λέγοντες· Ἐλέησον ἡμᾶς, Υἱὲ Δαυΐδ. Ἐλθόντι δὲ εἰς τὴν οἰκίαν, προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς Ἰησοῦς· Πιστεύετε, ὅτι δύναμαι τοῦτο ποιῆσαι; Λέγουσιν αὐτῷ· Ναί, Κύριε. Τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν, λέγων· Κατὰ τὴν πίστιν ὑμῶν, γενηθήτω ὑμῖν. Καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί· καὶ ἐνεβριμήσατο αὐτοῖς Ἰησοῦς λέγων· Ὁρᾶτε μηδεὶς γινωσκέτω. Οἱ δέ, ἐξελθόντες, διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ. Αὐτῶν δὲ ἐξερχομένων, ἰδού, προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφόν, δαιμονιζόμενον. Καὶ ἐκβληθέντος τοῦ δαιμονίου, ἐλάλησεν κωφός· καὶ ἐθαύμασαν οἱ ὄχλοι, λέγοντες· Ὅτι οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ. Οἱ δὲ Φαρισαῖοι ἔλεγον· Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. Καὶ περιῆγεν Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύσσων τὸ Εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.

Μετάφραση τῆς Εὐαγγελικῆς περικοπῆς
Ἐκεῖνον τόν καιρόν, ὅταν προχώρησε ἀπό ἐκεῖ ὁ Ἰησοῦς, τόν ἀκολούθησαν δύο τυφλοί, οἱ ὁποῖοι φώναζαν καί ἔλεγαν: Ἐλέησέ μας, Υἱέ τοῦ Δαυίδ. Ὅταν ἦλθε στό σπίτι, τόν πλησίασαν οἱ τυφλοί, καί ὁ Ἰησοῦς τούς λέγει: Πιστεύετε ὅτι μπορῶ νά τό πράξω αὐτό; Τοῦ λέγουν: Ναί, Κύριε. Τότε ἄγγιξε τά μάτια τους καί τούς λέγει: Νά γίνει σύμφωνα μέ τήν πίστη σας. Καί τά μάτια τους ἄνοιξαν· καί σέ αὐστηρό ὕφος τούς πρόσταξε ὁ Ἰησοῦς καί τούς εἶπε: Προσέξτε, κανείς νά μήν τό μάθει. Αὐτοί, ἀφοῦ βγῆκαν ἔξω, διέδωσαν τή φήμη του σέ ὅλη ἐκείνη τήν περιοχή. Καί καθώς ἔβγαιναν αὐτοί ἔξω, ἀμέσως τοῦ ἔφεραν ἕναν ἄνθρωπο κωφάλαλο δαιμονισμένο· μόλις ἐκδιώχθηκε τό δαιμόνιο, μίλησε ὁ κωφάλαλος, καί τά πλήθη θαύμασαν καί ἔλεγαν ὅτι ποτέ μέχρι τώρα δέν ἐμφανίστηκαν τέτοια πράγματα στόν λαό τοῦ Ἰσραήλ. Οἱ Φαρισαῖοι ὅμως ἔλεγαν: Μέ τή δύναμη τοῦ ἄρχοντα τῶν δαιμονίων ἐκδιώκει τά δαιμόνια. Καί ὁ Ἰησοῦς περιόδευε ὅλες τίς πόλεις καί τά χωριά καί δίδασκε στίς συναγωγές τους καί κήρυττε τό εὐαγγέλιο τῆς βασιλείας (τοῦ Θεοῦ) καί θεράπευε κάθε ἀρρώστια καί κάθε ἀδυναμία στόν λαό.
(Ἀπό τή νέα ἔκδοση: Ἡ Καινή Διαθήκη, τό πρωτότυπο κείμενο μέ νεοελληνική ἀπόδοση τοῦ ὁμοτ. καθηγ. Χρ. Βούλγαρη, ἔκδ. ΑΠΟΣΤΟΛΙΚΗΣ ΔΙΑΚΟΝΙΑΣ)

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου