Σάββατο 25 Ιουνίου 2022

Σύναξη των Αγιορειτών Πατέρων!

Ἀπολυτίκιον (Βίντεο)
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τοὺς τοῦ Ἄθω πατέρας καὶ ἀγγέλους ἐν σώματι, Ὁμολογητὰς καὶ Ὁσίους, Ἱεράρχας καὶ Μάρτυρας, τιμήσωμεν ἐν ὕμνοις καὶ ᾡδαῖς, μιμούμενοι αὐτῶν τὰς ἀρετάς, ἡ τοῦ Ὄρους πληθὺς πᾶσα τῶν Μοναστῶν, κραυγάζοντες ὁμοφώνως· δόξα τῷ στεφανώσαντι ὑμᾶς, δόξα τῷ ἁγιάσαντι, δόξα τῷ ἐν κινδύνοις ἡμῶν προστάτας δείξαντι.

 

Ὄρη παρῆλθε πάντα, τοῦ Ἄθω Ὄρος.
Εὐρωπικῆς γῆς, τῇ ἁγιωνυμία·
Ἤνθησεν ἄνθη, ἀνθεοτρεφὴς Ἄθως,
Ὄντως νοητὰ, τούς δε θείους Πατέρας·
Χορὸν Θεουδῆ, τῶν ἐν Ἄθω Πατέρων,
Χορὸς γεραίρει, τῶν Μοναστῶν τοῦ Ἄθω.
Πληθὺς Ἀθωνιὰς, ἀμφὶ Θόωκον στῆκε Θεοῖο.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου